TLG 1464 001 :: LIBER JUBILAEORUM :: Fragmenta LIBER JUBILAEORUM Pseudepigr. Fragmenta Citation: Page — (line) | ||
frag a | (48, 1) νόμους δὲ πρῶτον Μωϋ‐ σῆς γράφει τοῖς Ἰουδαίοις. καταλι‐ πὼν δὲ Μωϋσῆς τὰς κατ’ Αἴγυπτον διατριβὰς εἰς τὴν ἔρημον ἐφιλοσό‐ | |
5 | φει, (2, 1) διδασκόμενος παρὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ τὰ περὶ τῆς γενέσεως τοῦ κόσμου (2, 14) καὶ τοῦ πρώτου ἀνθρώ‐ | |
---|---|---|
10 | που καὶ τῶν μετ’ ἐκεῖνον, | |
(5, 20) καὶ τοῦ κατακλυσμοῦ, (10, 24) καὶ τῆς συγχύσεως καὶ ποικιλίας τῶν γλωσσῶν, (1, 1) καὶ τῶν περὶ τὸν πρῶτον | 70 | |
15 | ἄνθρωπον, καὶ τῶν μέχρις αὐτοῦ χρόνων, καὶ περὶ τῆς νομοθεσίας τῆς μελλούσης παρ’ αὐτοῦ δίδοσθαι τῷ Ἰουδαίων ἔθνει, (2, 8) καὶ τὰς τῶν ἄστρων | |
20 | θέσεις καὶ τὰ στοιχεῖα (4, 17) καὶ ἀριθμητικὴν καὶ γεωμετρίαν καὶ πᾶσαν σοφίαν, ὡς ἐν τῇ λεπτῇ Γενέσει κεῖται. (2, 2) Τῇ μὲν γὰρ πρώτῃ ἡμέρᾳ | |
25 | ἐποίησε τοὺς ἀνωτέρους οὐρανούς, τὴν γῆν, τὰ ὕδατα, ἐξ ὧν ἐστι χιὼν καὶ κρύσταλλος καὶ χάλαζα καὶ παγετοὶ καὶ δρόσος, τὰ πνεύματα τὰ λειτουργοῦντα ἐνώπιον αὐτοῦ, | |
30 | ἅτινά ἐστι τάδε· ἄγγελοι πρὸ προσώπου, καὶ ἄγγελοι τῆς δόξης, καὶ ἄγγελοι πνευμάτων πνεόντων, ἄγγελοι νεφελῶν καὶ γνόφων, χιόνος καὶ χαλάζης καὶ πάγου, | |
35 | ἄγγελοι φωνῶν, βροντῶν, ἀστρα‐ | |
πῶν, ψύχους, καύματος, χειμῶ‐ νος, φθινοπώρου, ἔαρος καὶ θέρους, καὶ πάντων τῶν πνευμάτων τῶν κτισμάτων αὐτοῦ τῶν ἐν οὐρανοῖς | 71 | |
40 | καὶ ἐν τῇ γῇ, τὰς ἀβύσσους, τήν τε ὑποκάτω τῆς γῆς, καὶ τοῦ χάους, καὶ σκότος, ἑσπέρα καὶ νύξ, τὸ φῶς ἡμέρας τε καὶ ὄρθρου. (2, 3) Ταῦτα τὰ ἑπτὰ μέγιστα | |
45 | ἔργα ἐποίησεν ὁ Θεὸς ἐν τῇ πρώτῃ ἡμέρᾳ. (2, 4) Ἐν δὲ τῇ δευτέρᾳ τὸ στερέωμα τὸ ἐν μέσῳ τῶν ὑδάτων, καὶ τὴν διαμέρισιν τῶν ἐπάνω τοῦ | |
frag a(50) | στερεώματος ὑδάτων, καὶ τῶν ὑποκάτω τοῦ στερεώματος ἐπὶ πρόσωπον πάσης τῆς γῆς. τοῦτο μόνον τὸ ἔργον ἐποίησεν ὁ Θεὸς ἐν τῇ δευτέρᾳ ἡμέρᾳ. | |
55 | (2, 5) Τρίτῃ δὲ ἡμέρᾳ (2, 7) τὰς θαλάσσας, τοὺς ποτα‐ μούς, τὰς πηγὰς καὶ λίμνας, τὰ σπέρματα τοῦ σπόρου, τὰ βλαστή‐ ματα, τὰ ξύλα τὰ κάρπιμά τε καὶ | |
60 | ἄκαρπα, τοὺς δρυμούς, καὶ πάντα τὰ φυτὰ κατὰ γένος. Ταῦτα τὰ τέσσαρα ἔργα τὰ μέγιστα ἐποίησεν | |
ὁ Θεὸς ἐν τῇ τρίτῃ ἡμέρᾳ. (2, 8) Τῇ δὲ τετάρτῃ τὸν ἥλιον, | 72 | |
65 | τὴν σελήνην, τοὺς ἀστέρας (2, 10) ταῦτα τὰ τρία ἔργα τὰ μεγάλα ἐποίησεν ὁ Θεὸς ἐν τῇ τετάρτῃ ἡμέρᾳ. (2, 11) Τῇ δὲ πέμπτῃ τὰ κήτη τὰ | |
70 | μεγάλα, τοὺς ἰχθύας καὶ τὰ ἄλλα ἑρπετὰ τὰ ἐν τοῖς ὕδασι, τὰ πετεινά, τὰ πτερωτά. (2, 12) ταῦτα τὰ τρία ἔργα τὰ μεγάλα ἐποίησεν ὁ Θεὸς ἐν τῇ | |
75 | πέμπτῃ ἡμέρᾳ. (2, 13) Τῇ δὲ ἕκτῃ ἡμέρᾳ τὰ θηρία, τὰ κτήνη, τὰ ἑρπετὰ τῆς γῆς, (2, 14) τὸν ἄνθρωπον. ταῦτα τὰ τέσσαρα μεγάλα ἔργα ἐποίησεν ὁ | |
80 | Θεὸς ἐν τῇ ἕκτῃ ἡμέρᾳ. (2, 15) Καὶ ἐγένετο πάντα τὰ ἐν ταῖς ἓξ ἡμέραις παρὰ τοῦ Θεοῦ ποιηθέντα ἔργα κβʹ. (2, 16) Καὶ συνετέλεσεν ὁ Θεὸς πάντα ἐν τῇ | 73 |
85 | ἕκτῃ ἡμέρᾳ, ὅσα ἐν τοῖς οὐρανοῖς καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν ταῖς ἀβύσσοις, ἐν τῷ φωτὶ καὶ ἐν τῷ σκότει καὶ ἐν πᾶσι. (2, 17) Καὶ ἀνεπαύσατο ὁ Θεὸς | |
90 | ἐκ πάντων τῶν ἔργων αὐτοῦ ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ (2, 19) καὶ ηὐλόγησεν αὐτὴν καὶ ἡγίασεν αὐτὴν καὶ ἐδήλωσε δι’ ἀγγέλου τῷ | |
95 | Μωυσῇ ὅτι (2, 23) καὶ εἰκοσιδύο κεφάλαια ἀπὸ Ἀδὰμ ἄχρι τοῦ Ἰακώβ. (2, 20) Καὶ ἐκλέξομαι ἐμαυτῷ ἐκ τοῦ σπέρματος αὐτοῦ λαὸν | |
frag a(100) | περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν Αἱ δὲ κεφαλαὶ περὶ ὧν εἶπεν ὁ Κύριος, εἰσὶν αὗται· Ἀδάμ, Σήθ, Ἐνώς, Ἐνώχ, Ἀρφαξάδ, Σάλα, Καϊνάν, Φαλέκ, Μαλαλεήλ, Ἕβερ, | |
105 | Ῥαγαῦ, Ἰάρεδ, Σερούχ, Ναχώρ, Μαθουσάλα, Θάρα, Λάμεχ, Νῶε, Ἀβραάμ, Ἰσαάκ, Ἰακώβ, Σήμ. Ὁμοῦ εἰκοσιδύο γενεαί. Διὸ καὶ εἰκοσιδύο εἰσὶ τὰ παρὰ τοῖς Ἑβ‐ | |
110 | ραίοις γράμματα, καὶ πρὸς αὐτὰ | |
καὶ τὰς βίβλους αὐτῶν κβʹ ἠρίθμη‐ σαν εἰκοσιεπτὰ οὔσας· ἀλλ’ ἐπειδὴ διπλοῦνται πέντε παρ’ αὐτοῖς στοι‐ χεῖα, εἰκοσιεπτὰ καὶ αὐτὰ ὄντα, | 74 | |
115 | καὶ εἰς κβʹ ἀποτελοῦνται, τούτου χάριν καὶ τὰς βίβλους κζʹ οὔσας, κβʹ πεποιήκασιν. | |
frag b | (2, 24) τίνος δὲ χάριν τὴν ζʹ ἡμέραν εὐλόγησεν ὁ θεός, καὶ οὐ πάσας; φασί τινες. λέγομεν οὖν ὅτι ἑκάστη τῶν ἄλλων ἐκ τῆς | |
5 | ἐν αὐτῇ γενομένης δημιουργίας ἔσχε τὴν εὐλογίαν· ἐπειδὴ δὲ | |
ἔμελλεν αὕτη μόνη μένειν ἀγέ‐ ραστος, μηδεμιᾶς ἐν αὐτῇ γενο‐ μένης δημιουργίας, τούτου χάριν | 75 | |
10 | ηὐλογήθη καὶ αὕτη ὑπὸ τοῦ θεοῦ καὶ ἡγιάσθη, καὶ σάββατον ὡς καταπαύσιμος προσηγορεύθη, καὶ ὡς τύπος τῆς ἑβδόμης χιλιοετηρί‐ δος καὶ τῆς τῶν ἁμαρτωλῶν συν‐ | |
15 | τελείας, ὡς Ἰώσηπος μαρτυρεῖ καὶ ἡ Λεπτὴ Γένεσις. | |
frag c | ἀναγκαίως προήχθην καὶ περὶ τούτου δηλῶσαι ἐν μέρει, ὅσα καὶ ἄλλοις ἱστορικοῖς Ἰουδαϊκὰς ἀρχαιολογίας ἢ καὶ Χριστιανικὰς ἱστορίας γράψασι περὶ τούτου εἴρηται ἐκ τῆς λεπτῆς Γενέσεως καὶ τοῦ λεγομένου βίου Ἀδάμ, εἰ καὶ μὴ κύρια εἶναι δοκεῖ, ὡς ἂν μὴ εἰς ἀτοπωτέρας δόξας ἐκπέσοιεν οἱ | |
5 | ταῦτα συζητοῦντες. κεῖται γοῦν ἐν τῷ λεγομένῳ βίῳ Ἀδὰμ ὁ τῶν ἡμερῶν ἀριθμὸς τῆς τε ὀνομασίας τῶν θηρίων καὶ τῆς πλάσεως τῆς γυναικὸς καὶ τῆς εἰσόδου αὐτοῦ Ἀδὰμ ἐν τῷ παραδείσῳ καὶ τῆς περὶ τοῦ ξύλου τῆς βρώσεως ἐντολῆς τοῦ θεοῦ πρὸς αὐτόν, καὶ τῆς μετὰ τούτου εἰσόδου Εὔας ἐν τῷ παρα‐ δείσῳ τά τε τῆς παραβάσεως καὶ τὰ μετὰ τὴν παράβασιν, ὡς ὑποτέτακται. | |
10 | (3, 1) Τῇ πρώτῃ ἡμέρᾳ ἑβδομά‐ δος, ἥτις ἦν τρίτη μὲν ἡμέρα τῆς πλάσεως τοῦ Ἀδάμ, ὀγδόῃ δὲ τοῦ πρώτου μηνὸς Νισάν, πρώτῃ δὲ τοῦ Ἀπριλλίου μηνός, καὶ ἕκτῃ | |
15 | τοῦ παρ’ Αἰγυπτίοις Φαρμουθί, ὠνόμασεν Ἀδὰμ τὰ ἄγρια θηρία θείῳ τινὶ χαρίσματι. τῇ δευτέρᾳ ἡμέρᾳ τῆς δευτέρας ἑβδομάδος ὠνόμασε τὰ κτήνη. τῇ τρίτῃ ἡμέρᾳ | |
20 | τῆς δευτέρας ἑβδομάδος ὠνόμασε τὰ πετεινά. τῇ τετάρτῃ ἡμέρᾳ τῆς δευτέρας ἑβδομάδος ὠνόμασε τὰ ἑρπετά. τῇ πέμπτῃ ἡμέρᾳ τῆς δευ‐ | |
τέρας ἑβδομάδος ὠνόμασε τὰ νηκτά. | 76 | |
25 | (3, 5) τῇ ἕκτῃ ἡμέρᾳ τῆς δευτέ‐ ρας ἑβδομάδος, ἥτις ἦν κατὰ μὲν Ῥωμαίους Ἀπριλλίου ἕκτη, κατὰ δὲ Αἰγυπτίους Φαρμουθὶ ἑνδεκάτη, λαβὼν ὁ θεὸς μέρος τι τῆς πλευρᾶς | |
30 | τοῦ Ἀδὰμ ἔπλασε τὴν γυναῖκα. (3, 9) τῇ τεσσαρακοστῇ ἕκτῃ ἡμέρᾳ τῆς κοσμοποιίας, τετάρτῃ ἡμέρᾳ τῆς ἑβδόμης ἑβδομάδος, Παχὼν τεσσαρεσκαιδεκάτῃ, Μαΐου | |
35 | ἐνάτῃ, ἡλίου ὄντος ταύρῳ καὶ σελήνης σκορπίῳ κατὰ διάμετρον, ἐν τῇ τῶν Πλειάδων ἐπιτολῇ, εἰσή‐ γαγεν ὁ θεὸς τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ κατὰ τὴν τεσσαρακοσ‐ | |
40 | τὴν ἡμέραν τῆς πλάσεως αὐτοῦ. τῇ ὀγδόῃ ἡμέρᾳ τῆς κοσμοποιίας, τεσσαρακοστῇ τετάρτῃ δὲ τῆς πλάσεως τοῦ Ἀδάμ, ἡμέρᾳ κυ‐ ριακῇ, Παχὼν ὀκτωκαιδεκάτῃ, | |
45 | Μαΐου τρισκαιδεκάτῃ, μετὰ τρεῖς ἡμέρας τῆς ἐν τῷ παραδείσῳ αὐτοῦ εἰσόδου, ἡλίου ὄντος ταύρῳ καὶ σελήνης αἰγοκέρωτι, ἐνετείλατο ὁ θεὸς τῷ Ἀδὰμ ἀπέχεσθαι τῆς | |
frag c(50) | βρώσεως τοῦ ξύλου τῆς γνώσεως. Τῇ ἐνενηκοστῇ τρίτῃ ἡμέρᾳ τῆς κτίσεως, τῇ δευτέρᾳ ἡμέρᾳ τῆς τεσσαρεσκαιδεκάτης ἑβδομάδος, κατὰ τὴν θερινὴν τροπήν, ἡλίου | |
55 | ὄντος καὶ σελήνης καρκίνῳ, τῇ εἰκοστῇ πέμπτῃ τοῦ Ἰουνίου μηνός, Ἐπιφὶ πρώτῃ, εἰσήχθη ὑπὸ τοῦ θεοῦ ἐν τῷ παραδείσῳ ἡ τοῦ Ἀδὰμ βοηθὸς Εὔα, ἐν τῇ ὀγδοηκο‐ | |
60 | στῇ ἡμέρᾳ τῆς πλάσεως αὐτῆς. (3, 33) ἣν ὁ Ἀδὰμ λαβὼν ὠνόμα‐ σεν Εὔαν, ὃ ἑρμηνεύεται ζωή· | |
(3, 10) διὰ τοῦτο προσέταξεν ὁ θεὸς διὰ Μωϋσέως ἐν τῷ Λευιτικῷ, | 77 | |
65 | ἤτοι διὰ τὰς μετὰ τὴν πλάσιν τοῦ χωρισμοῦ αὐτῶν ἡμέρας ἐκ τοῦ παραδείσου, ἐπὶ μὲν ἀρρενογονίας ἀκάθαρτον αὐτὴν εἶναι ἐπὶ τεσσα‐ ράκοντα ἡμέρας, (3, 11) ἐπὶ δὲ | |
70 | θηλυτοκίας ἕως ἡμερῶν πʹ. ἐπειδὴ καὶ Ἀδὰμ τῇ μʹ ἡμέρᾳ τῆς πλά‐ σεως αὐτοῦ εἰσήχθη ἐν τῷ παρα‐ δείσῳ, οὗ χάριν καὶ τὰ γεννώμενα τῇ τεσσαρακοστῇ ἡμέρᾳ εἰσφέρου‐ | |
75 | σιν ἐν τῷ ἱερῷ κατὰ τὸν νόμον. ἐπὶ δὲ θήλεος ἀκάθαρτον εἶναι αὐτὴν ἐπὶ ἡμέρας ὀγδοήκοντα, διά τε τὴν ἐν τῷ παραδείσῳ αὐτῆς εἴσοδον τῇ ὀγδοηκοστῇ ἡμέρᾳ καὶ διὰ τὸ ἀκά‐ | |
80 | θαρτον τοῦ θήλεος πρὸς τὸ ἄρσεν. (3, 13) ἄφεδρος γὰρ πάλιν οὖσα οὐκ εἰσέρχεται ἕως ἑπτὰ ἡμέρας ἐν τῷ ἱερῷ κατὰ τὸν θεῖον νόμον. Ταῦτα ἐκ τοῦ βίου λεγομένου | |
85 | Ἀδάμ, φιλομαθίας χάριν ἐν συντό‐ μῳ ἐστοιχείωσα. | |
frag d | (3, 16) ὁ Ἀδὰμ ἀπεσόβει τὰ πετεινὰ καὶ ἑρπετά, συνῆγε τὸν καρπὸν ἐν παραδείσῳ, καὶ σὺν τῇ γυναικὶ αὐτοῦ ἤσθιεν αὐτόν. ταῦτα | |
5 | μὲν οὖν, ἵνα μὴ λέγω, καὶ ἔτι πολλῷ πλείονα τούτων, ἡ Λεπτὴ διέξεισι Γένεσις. | 78 |
frag e | (3, 21) Ἡ δὲ λεπτὴ Γένεσις λέγει τὸν Ἀδὰμ ἀπροόπτως ἀπὸ τοῦ ξύλου λαβεῖν καὶ φαγεῖν, καὶ μὴ προσχεῖν ὅλως τῷ λόγῳ τῆς | |
5 | Εὔας, ὅτι λειποθυμῶν ἦν ἀπό τε μόχθου καὶ πείνης. | |
frag f | (3, 23) ὁ ὄφις ἀπὸ κτήνους ἑρπετὸν ἐγένετο, χεῖράς τε καὶ πόδας ἐκέκτητο. ἀφῃρέθη δὲ ταῦτα διὰ τὸ τολμηρῶς εἰς τὸν παράδει‐ | |
5 | σον εἰσελθεῖν, καὶ διὰ τὸ πρῶτος ἀπὸ τοῦ ξύλου λαβεῖν καὶ φαγεῖν. | |
frag g | (3, 28) Τὰ θηρία καὶ τὰ τετρά‐ ποδα καὶ τὰ ἑρπετὰ φησὶν ὁ Ἰώσηππος καὶ ἡ λεπτὴ Γένεσις ὁμόφωνα εἶναι πρὸ τῆς παραβά‐ | |
5 | σεως τοῖς πρωτοπλάστοις· διότι, φησίν, ὁ ὄφις ἀνθρωπίνῃ φωνῇ ἐλάλησε τῇ Εὔᾳ, ὅπερ ἀδύνατον | |
εἶναι δοκεῖ. | 79 | |
frag h | (3, 32) Ἐκ τῶν λεπτῶν Γενέ‐ σεως. Τῷ ἑβδόμῳ ἔτει παρέβη καὶ τῷ ὀγδόῳ ἐξερρίφησαν τοῦ παρα‐ δείσου, ὥς φησι, μετὰ τεσσαράκον‐ | |
5 | τα πέντε ἡμέρας τῆς παραβάσεως, ἐν τῇ ἐπιτολῇ τῶν Πλειάδων. Ἐποίησε δὲ ὁ Ἀδὰμ ἐν τῷ παρα‐ δείσῳ ἑβδομάδα ἡμερῶν τριακο‐ σίων ἑξήκοντα πέντε. καὶ ἐξεβλήθη | |
10 | σὺν τῇ γυναικὶ Εὔᾳ διὰ τὴν παρά‐ βασιν τῇ δεκάτῃ τοῦ Μαΐου μηνός | |
frag j | (3, 34) Τῷ ὀγδόῳ ἔτει, φησίν, ἔγνω ὁ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ. (4, 1) Τῷ ἑβδομηκοστῷ ἔτει | |
5 | ἐγεννήθη αὐτοῖς πρωτοτόκος υἱὸς ὁ Κάϊν. Τῷ ἑβδομηκοστῷ ἑβδόμῳ ἔτει φασὶ γεγενῆσθαι τὸν δίκαιον Ἄβελ. | |
Τῷ ὀγδοηκοστῷ πέμπτῳ ἔτει | 80 | |
10 | ἐγεννήθη αὐτοῖς θυγάτηρ, καὶ ὠνό‐ μασαν αὐτὴν Ἀσουάμ. Τῷ ἐνενηκοστῷ ἑβδόμῳ ἔτει προσήνεγκε Κάϊν. Τῷ ἐνενηκοστῷ ἐνάτῳ ἔτει | |
15 | Ἄβελ ἀνήνεγκε θυσίαν τῷ θεῷ εἰκοστὸν δεύτερον ἔτος ἄγων, κατὰ τὴν πανσέληνον τοῦ ἑβδόμου μηνὸς παρ’ Ἑβραίοις, ἤγουν ἐν τῇ σκηνο‐ πηγίᾳ. | |
20 | Σημειωτέον ὅτι τὴν Κάϊν καρπο‐ φορίαν θυσίαν καλεῖ ἡ γραφή, τὰ δὲ τοῦ Ἄβελ δῶρα, δηλοῦσα τὸν τρόπον ἑκατέρου. (4, 2) Τῷ αὐτῷ ἐνενηκοστῷ | |
25 | ἐνάτῳ ἔτει ἀνεῖλεν ὁ Κάϊν τὸν Ἄβελ, καὶ ἐπένθησαν αὐτὸν οἱ πρωτόπλαστοι ἑβδομαδικοὺς τέσ‐ σαρας, ἤγουν ἔτη εἴκοσι ὀκτώ. (4, 7) Τῷ ἑκατοστῷ εἰκοστῷ | |
30 | ἑβδόμῳ ἔτει ὁ Ἀδὰμ καὶ ἡ Εὔα ἀπέθεντο τὸ πένθος. (4, 9) Τῷ ἑκατοστῷ τριακοστῷ πέμπτῳ ἔτει ἔλαβεν ὁ Κάϊν τὴν ἰδίαν ἀδελφὴν Ἀσαυνᾶν οὖσαν | |
35 | ἐτῶν νʹ. αὐτὸς δὲ ἦν ἐτῶν ἑξήκοντα πέντε. | |
frag k | (4, 9) ὁ μὲν Κάϊν τῇ ἀδελφῇ τῇ μείζονι Σαυὴ οὕτω καλουμένῃ, | |
(4, 11) ὁ δὲ Σὴθ τρίτος υἱὸς μετὰ τὸν Ἄβελ γεννηθεὶς τῇ λεγομένῃ | 81 | |
5 | αὐτοῦ ἀδελφῇ Ἀζουρᾷ. (4, 10) γεγόνασι δὲ τῷ Ἀδὰμ καὶ ἄλλοι υἱοί, ὡς ἡ λεπτὴ Γένεσις περιέχει, ἐννέα μετὰ τοὺς τρεῖς τούτους, ὡς εἶναι αὐτῷ δύο μὲν θυγατέρας, | |
10 | ἄρρενας δὲ δώδεκα, ἕνα μὲν ἀποκτανθέντα, ἕνδεκα δὲ περιλει‐ φθέντας τῷ βίῳ. | |
frag l | (4, 13) γυνὴ ἐνὼς νωα ἡ ἀδελφὴ αὐτοῦ. (4, 14) γυνὴ καϊνὰν μαωλιθ ἀδελφὴ αὐτοῦ. | |
5 | (4, 15) γυνὴ μαλελεὴλ δινα θυγάτηρ βαραχιὴλ πατραδέλφου αὐτοῦ. | |
frag m | (4, 15) (κατὰ διαδοχὴν Καινάν, Μαλελεήλ, Ἰάρεδ.) ὡς δὲ ἡ παράδοσις ἡ εἰς ἡμᾶς ἐλθοῦσα 〈περι〉έχει, ἐντεῦθεν ἤρξατο ἡ | |
5 | κακομηχανία ἐν κόσμῳ γίνεσθαι, καὶ ἀπ’ ἀρχῆς μὲν διὰ τῆς τοῦ Ἀδὰμ παρακοῆς, ἔπειτα δὲ διὰ τῆς τοῦ Κάϊν ἀδελφοκτονίας, νῦν δὲ | |
ἐν χρόνοις τοῦ Ἰάρεδ καὶ ἐπέκεινα | 82 | |
10 | φαρμακεία καὶ μαγεία, ἀσέλγεια, μοιχεία τε καὶ ἀδικία. | |
frag n | (4, 18) οὗτος (Ἐνὼχ) πρῶτος γράμματα μανθάνει καὶ διδάσκει, καὶ θείων μυστηρίων ἀποκαλύ‐ ψεως ἀξιοῦται. | |
frag o | (4, 16) γυνὴ ϊάρεδ βαραχα θυγάτηρ ἀσουὴλ πατραδέλφου αὐτοῦ (4, 18, cf. supra). (4, 20) γυνὴ ἐνὼχ εανι θυγάτηρ | |
5 | δανιὴλ πατραδέλφου αὐτοῦ. (4, 27) γυνὴ μαθουσάλα ἐδνὰ θυγάτηρ ἐζριὴλ πατραδέλφου | |
αὐτοῦ (4, 28) γυνὴ λάμεχ βεθενως | 83 | |
10 | θυγάτηρ βαραχιὴλ πατραδέλφου αὐτοῦ. | |
frag p | (4, 31) Τῷ αὐτῷ ϡλʹ ἔτει καὶ Κάϊν ἀπέθανεν ἐμπεσόντος ἐπ’ αὐτὸν τοῦ οἴκου. λίθοις γὰρ καὶ αὐτὸς τὸν Ἄβελ ἀνεῖλε. πληρωθέν‐ | |
5 | τος οὖν ἐνιαυτοῦ μετὰ θάνατον τοῦ Ἀδὰμ τέθνηκεν. | |
frag q | (4, 33) γυνὴ νῶε ἐμζαρα θυγά‐ | |
τηρ βαραχιὴλ πατραδέλφου αὐτοῦ. | 84 | |
frag r | (5, 22) ἔδει γὰρ καὶ ἐνταῦθα πληρωθῆναι τὸ ὑπὸ τοῦ προφήτου εἰρημένον· «εἰσῆλθεν πρὸς ἡμᾶς ἡ κιβωτὸς τοῦ θεοῦ (λέγει δὲ τὴν | |
5 | Χριστοῦ τελείαν ἐνανθρώπησιν) τῇ πέμπτῃ τοῦ μηνὸς τοῦ πέμπ‐ του», ὡς τότε παρ’ Ἑβραίοις ἐτελέσθη. | |
frag s | (7, 1) Τούτῳ τῷ ͵βσναʹ ἔτει, ὥς φασι, Νῶε ἐφύτευσεν ἀμπελῶ‐ να ἐν ὄρει Λουβὰρ τῆς Ἀρμενίας. | |
frag t | (8, 2) τῷ ͵βφπεʹ ἔτει Καϊνᾶν διοδεύων ἐν τῷ πεδίῳ (8, 3) εὗρε τὴν γραφὴν τῶν | |
γιγάντων καὶ ἔκρυψε παρ’ ἑαυτῷ. | 85 | |
frag v | (8, 5) γυνὴ καιναν μελχα θυγάτηρ μαδαι υἱοῦ ιαφεθ. (8, 6) γυνὴ σαλα μωαχα θυγά‐ τηρ χεεδαμ πατραδέλφου αὐτοῦ. | |
5 | (8, 7) γυνὴ εβερ αζουρα θυγά‐ τηρ νεβρωδ. | |
frag w | καὶ γὰρ ἐν τῇ Μωϋσέως λεγομέ‐ νῃ ἀποκαλύψει φέρεται περὶ αὐτῶν, ὅτι (10, 1) μετὰ τὸν κατακλυσμὸν τῷ ͵βφπβʹ ἔτει τοῦ κόσμου, φθόνῳ | |
5 | κινούμενοι (οἱ ἐγρήγοροι) μετὰ θά‐ νατον ἐπλάνησαν τοὺς υἱοὺς Νῶε· (10, 2) καὶ εὐξαμένου τοῦ Νῶε ἵνα ἀποστῶσιν ἀπ’ αὐτῶν, (10, 7) ὁ | |
10 | κύριος ἐκέλευσε τῷ ἀρχαγγέλῳ Μιχαὴλ βαλεῖν αὐτοὺς εἰς τὴν | |
ἄβυσσον ἄχρι ἡμέρας τῆς κρίσεως· (10, 8) ὁ δὲ διάβολος ᾐτήσατο λαβεῖν μοῖραν ἀπ’ αὐτῶν πρὸς | 86 | |
15 | πειρασμὸν τῶν ἀνθρώπων (10, 9) καὶ ἐδόθη αὐτῷ τὸ δέκατον αὐτῶν κατὰ πρόσταξιν θείαν, ὥστε πειρά‐ ζειν τοὺς ἀνθρώπους πρὸς δοκιμὴν | |
20 | τῆς ἑκάστου πρὸς θεὸν προαιρέ‐ σεως, τὰ δὲ λοιπὰ ἐννέα μέρη ἐβλήθη εἰς τὴν ἄβυσσον. ἡμῖν δὲ ἀσύμφωνον εἶναι τοῦτο δοκεῖ, ἄνθρωπον ζῶντα ὑπὸ τῆς τοῦ | |
25 | τεθνεῶτος ψυχῆς πειράζεσθαι. διὸ παραινοῦμεν καὶ ἡμεῖς τοὺς ἐντυγχάνοντας ἢ ἐνταῦθα ἢ ἀλ‐ λαχοῦ τοῖς ἀποκρύφοις μὴ ἐν πᾶσιν ἕπεσθαι ταῖς ἐννοίαις ταῖς | |
30 | φερομέναις ἐν αὐταῖς. | |
frag x | (10, 18) γυνὴ φαλεχ δυμνα θυγάτηρ σεννααρ. | |
frag y | (10, 21) Ἡ διαθήκη· ἐπὶ μγʹ ἔτη ἔμειναν οἰκοδομοῦντες. τὸ ὕψος ͵ευλγʹ πήχεις, καὶ δύω παλαισταί. | |
τὸ πλάτος ἐπὶ σγʹ πλίνθους. τῆς | 87 | |
5 | πλίνθου τὸ ὕψος, τρίτον μιᾶς πλίνθου. 〈τὸ ἔκταμα τοῦ ἑνὸς τοίχου〉 στάδιοι ιγʹ 〈καὶ τοῦ ἄλλου〉 λʹ. | |
frag z | (10, 21) ἐπὶ γὰρ ἔτη τεσσαρά‐ κοντα οἰκοδομήσαντες, ἐκείνου (Νεβρὼδ) μάλιστα παρορμῶντος αὐτοὺς εἰς ἀποστασίαν, (10, 24) | |
5 | συνεχύθησαν διαιρεθέντες εἰς πο‐ λυγλωσσίαν ὑπὸ τοῦ θεοῦ. ἐκεῖνος (Νεβρὼδ) δὲ ἔμεινεν ἐκεῖ κατοικῶν καὶ μὴ ἀφιστάμενος τοῦ πύργου, βασιλεύων μερικοῦ τινος πλήθους, | |
10 | (10, 26) ἐφ’ ὃν ὁ πύργος ἀνέμῳ βιαίῳ, ὡς ἱστοροῦσι, καταπεσὼν θείᾳ κρίσει | |
τοῦτον ἐπάταξε. | 88 | |
frag a* | (11, 1) γυνὴ ραγαυ ωρα θυγά‐ τηρ ὀῦρ υἱοῦ χεζα | |
frag b* | (11, 1) Ῥαγὰβ γενόμενος ἑκα‐ τὸν τριακονταδύο ἐτῶν ἐγέννησε τὸν Σερούχ. (11, 2) ἐπὶ τούτου | |
5 | οἱ ἄνθρωποι τὸν κατ’ ἀλλήλων αὐξήσαντες τῦφον στρατηγούς τε ἑαυτοῖς κατεστήσαντο καὶ βασι‐ λεῖς. καὶ τότε πρώτως πολεμικὰ κατασκευάσαντες ὄργανα πολεμεῖν | |
10 | ἀλλήλοις ἐνήρξαντο. | 89 |
frag c* | (11, 7) γυνὴ σερουχ μελχα θυγάτηρ χαβερ πατραδέλφου αὐτοῦ (11, 9) γυνὴ ναχωρ ιεσθα θυγά‐ | |
5 | τηρ νεσθα τοῦ χαλδαίου | |
frag d* | (11, 8) αὐξηθέντα δὲ τὸν Ναχὼρ ἐδίδαξεν ὁ πατὴρ πάντων ἐπίλυσιν οἰωνῶν, τῶν τε ἐν οὐρανῷ σημείων διακρίσεις καὶ τῶν ἐπὶ γῆς ἁπάν‐ | |
5 | των, καὶ πᾶσαν Χαλδαϊκὴν μαν‐ τείαν (11, 9, cf. supra). (11, 14) Ναχὼρ δὲ γενόμενος οθʹ ἐτῶν ἐγέννησε τὸν Θάρρα. Νίνου δὲ τοῦ πρώτου βασιλέως | |
10 | τῶν Ἀσσυρίων τεσσαρακοντὸν τρίτον ἄγοντος ἔτος τῆς βασιλείας γεννᾶται Ἀβραάμ ... Θάρρα δὲ γενόμενος ἐτῶν οʹ ἐγέννησεν ἐκ γυναικὸς Ἔδνας, θυγατρὸς Ἀ‐ | |
15 | βραὰμ πατραδέλφου αὐτοῦ, τὸν Ἀβραάμ, ὅντινα ἡ μήτηρ ἐκάλεσεν ἐπ’ ὀνόματι τοῦ ἑαυτῆς πατρός· ἔφθη γὰρ ἐκεῖνος πρὸ τῆς τούτου | |
γεννήσεως τετελευτηκέναι. | 90 | |
frag e* | (11, 16) θεοφιλὴς δὲ ὢν καὶ τοῖς κτίσμασι τὸν νοῦν ἑαυτοῦ μὴ καταδεξάμενος ἐᾶσαι ἐνδιατρίβειν, (11, 17) ἀλλ’ ἐπὶ τὸν γενεσιουργὸν | |
5 | ἐκ τῆς τῶν κτισμάτων ἀναχθεὶς καλλονῆς θείας ἐλλάμψεως ἠξιώθη, ἔτι διατρίβων ἐν τῇ πα‐ τρίδι, ὥς φησιν ἐν ταῖς πράξεσιν ὁ πρωτομάρτυς, καθὼς καὶ προ‐ | |
10 | σεσήμανται. | |
frag f* | (12, 9) σαρα θυγάτηρ ἦν τοῦ αρραν ἀδελφὴ τῆς μελχας καὶ τοῦ | |
λωτ, ὡς ἱστορεῖ ἰώσηπος. | 91 | |
frag g* | (12, 12) Τῷ ͵γτογʹ ἔτει τοῦ κόσμου, Ἀβραὰμ δὲ ξαʹ, ἐνεπύρισεν Ἀβραὰμ τὰ εἴδωλα τοῦ πατρὸς αὐτοῦ | |
5 | (12, 14) καὶ συγκατεκαύθη αὐτοῖς Ἀρρὰν θέλων σβέσαι τὸ πῦρ ἐν νυκτί. καὶ ἐξῆλθε Θαρὰ σὺν Ἀβραὰμ τοῦ ἐλθεῖν εἰς γῆν Χαναάν, καὶ μεταγνοὺς ᾤκησεν ἐν | |
10 | Χαρρὰν εἰδωλομανῶν ἕως θανά‐ | |
του αὐτοῦ. | 92 | |
frag h* | (12, 26) Ὁ ἄγγελος ὁ λαλῶν τῷ Μωϋσῇ εἶπεν αὐτῷ, ὅτι τὸν Ἀβραὰμ ἐγὼ ἐδίδαξα τὴν Ἑβραΐδα γλῶσσαν κατὰ τὴν ἀπ’ ἀρχῆς κτί‐ | |
5 | σεως λαλεῖν τὰ πάτρια πάντα, ὡς ἐν λεπτῇ κεῖται Γενέσει. | |
frag j* | (16, 9) ἐκ τοῦ λὼτ μωαβήται καὶ ἀμανίται σπέρμα κατάρατον ἐκ παρανόμου μίξεως (15, 17) οὗτος ὁ ἀβραὰμ ἐτῶν | |
5 | ρʹ ἐγέννησεν τὸν ἰσαάκ. | |
frag k* | (16, 10) μετὰ ταῦτα τῆς κατὰ Μαβρῆ δρυὸς ἀπαναστὰς ὁ Ἀβραὰμ ἐπὶ τὸ φρέαρ κατασκηνοῖ τοῦ ὅρκου. | |
5 | (16, 21) ἑαυτῷ δὲ ἰδίᾳ καὶ τοῖς οἰκέταις αὐτοῦ κατὰ συγγενείας πηξάμενος σκηνάς, τότε πρῶτον Ἀβραὰμ τῆς σκηνοπηγίας ἐπὶ ἑπτὰ ἡμέρας ἐπιτελεῖ τὴν ἑορτήν, | |
10 | ἣν εἰσέτι καὶ νῦν ὁ Ἰουδαῖος | |
ἑορτάζει σκηνοπηγῶν. | 93 | |
frag l* | (16, 31) Πρῶτος Ἀβραὰμ ἐκύ‐ κλου τὸ θυσιαστήριον κλάδοις φοι‐ νίκων καὶ ἐλαιῶν. | |
frag m* | (17, 15) τὸν ἰσαὰκ ἐτῶν κεʹ φη‐ σὶν εἶναι ὅτε πρὸς θυσίαν ἀνήχθη. | |
frag n* | (17, 16) Μαστιφὰμ ὁ ἄρχων τῶν δαιμονίων, ὥς φησιν ἡ λεπτὴ Γένεσις, προσελθὼν τῷ θεῷ εἶπεν, εἰ ἀγαπᾷ σε Ἀβραάμ, θυσάτω σοι | |
5 | τὸν υἱὸν αὐτοῦ. | 94 |
frag o* | (18, 13) εἰς ἐκεῖνον δὲ τὸν τόπον λέγει τὸν ἀβραὰμ οἰκοδομῆ‐ σαι ἔνθα δαβὶδ ὕστερον ἱδρύσατο τὸ ἱερόν. | |
5 | (19, 11) ἐγέννησεν πάλιν ἀ‐ βραὰμ ἐκ τῆς ἐσχάτης αὐτοῦ γυ‐ ναικὸς χετούρας υἱοὺς πέντε. (19, 13) ἐτῶν δὲ ξʹ ὃν ὁ ἰσαὰκ ἐγέννησεν τὸν ἰακώβ. | |
frag p* | (22, 4) Κολλυρίδας ποιήσασα Ῥεβέκκα, ὥς φησιν Ἰώσηππος, ἔδωκε τῷ Ἰακὼβ καὶ εἰσήγαγε μεθ’ ἑτέρων δώρων πρὸς Ἰσαάκ. | |
5 | καὶ εὐλόγησεν αὐτὸν Ἰσαὰκ καὶ εὐλογῶν αὐτὸν πολυτρόπως καὶ κατέχων αὐτὸν ἐν τοῖς κόλποις αὐτοῦ ἐτελεύτησεν, ἀφυπνώσαν‐ τος τοῦ Ἀβραὰμ τῷ ιεʹ ἔτει τῆς | |
10 | ζωῆς Ἰακώβ. | 95 |
frag q* | (26, 34) Τῷ Ἡσαῦ ἔφη ἐν ταῖς εὐλογίαις ὁ Ἰσαάκ, ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου | |
5 | [πλημμελήσῃς εἰς θάνατον]. | |
frag r* | (29, 12) Ἰωσήππου. Τῷ ρνγʹ ἔτει τοῦ Ἰσαὰκ ἐπανῆλθεν Ἰακὼβ πρὸς αὐτὸν ἀπὸ Μεσοποταμίας. (31, 9) καὶ ἀναβλέψας Ἰσαὰκ | |
5 | καὶ ἰδὼν τοὺς υἱοὺς Ἰακὼβ (31, 14) ηὐλόγησε τὸν Λευὶ ὡς ἀρχιερέα (31, 18) καὶ τὸν Ἰούδαν ὡς βασιλέα καὶ ἄρ‐ | 96 |
10 | χοντα. (35, 9) ἡ Ῥεβέκκα ᾔτησε τὸν Ἰσαὰκ ἐν τῷ γήρᾳ παραι‐ νέσαι τῷ Ἡσαῦ καὶ τῷ Ἰακὼβ ἀγαπᾶν ἀλλήλους. | |
15 | (36, 1) καὶ παραινέσας αὐτοῖς προεῖπεν ὅτι (36, 9) ἐὰν ἐπαναστῇ τῷ Ἰακὼβ ὁ Ἡσαῦ, εἰς χεῖρας αὐτοῦ πεσεῖται. (37, 1) μετὰ οὖν τὸ τελευτῆσαι | |
20 | τὸν Ἰσαὰκ κινηθεὶς ὑπὸ τῶν υἱῶν ὁ Ἡσαῦ (37, 9) καὶ ἀθροίσας ἔθνη ἦλθε κατὰ τοῦ Ἰακὼβ καὶ | |
τῶν υἱῶν αὐτοῦ εἰς πόλεμον. | 97 | |
25 | (37, 17) Ἰακὼβ δὲ ἀποκλείσας τὰς πύλας τῆς βάρεως παρεκάλει τὸν Ἡσαῦ μνησθῆναι τῶν γονικῶν ἐντολῶν. (37, 18) τοῦ δὲ μὴ | |
30 | ἀνεχομένου, ἀλλ’ ὑβρίζοντος καὶ ὀνειδίζοντος, (38, 1) βιασθεὶς Ἰακὼβ ὑπὸ τοῦ Ἰούδα (38, 2) | |
35 | ἐνέτεινε τόξον καὶ πλήξας κατὰ τοῦ δεξιοῦ μαζοῦ τὸν Ἡσαῦ κατέ‐ βαλε. (38, 3) τοῦ δὲ θανόντος ἀνοίξαντες τὰς πύλας οἱ υἱοὶ | |
40 | Ἰακὼβ ἀνεῖλον τοὺς πλείστους. Ταῦτα ἐν λεπτῇ Γενέσει φέρε‐ | |
ται. | 98 | |
frag s* | (46, 3) ἰωσὴφ ιζʹ ἐτῶν ἐπράθη καὶ τριὰ ἔτη ἐποίησεν δοῦλος καὶ γʹ ἔτη ἐν τῇ φυλακῇ καὶ πʹ πάσης γῆς ἐγύπτου ἄρχων. | |
frag t* | (46, 14) τόν τε γὰρ ποταμὸν εἰς διώρυχας πλείστας κατατεμεῖν αὐτοῖς ἐπέταξαν, καὶ οἰκοδομῆσαι τείχη ταῖς πόλεσι καὶ χώματα | |
5 | ἀνεγεῖραι, ἵνα δι’ αὐτῶν ὁ ποταμὸς λιμνάζειν ἀνείργοιτο, καὶ ἀνιστᾶν πυραμίδας, καὶ τούτοις τοὺς Ἑ‐ βραίους ἐξέτρυχον. | |
frag v* | (47, 3) Ὅτι ἐν τῇ λεπτῇ Γενέσει κεῖται μόνους δέκα μῆνας ῥιφῆναι τὰ βρέφη τῶν Ἰσραηλιτῶν ἐν τῷ ποταμῷ, ἕως οὗ ἀνελήφθη Μωϋ‐ | |
5 | σῆς ὑπὸ τῆς βασιλίσσης.· διὰ τοῦτο δέκα πληγαὶ ἐδόθησαν ἐν | |
δέκα μησὶ τοῖς Αἰγυπτίοις. | 99 | |
frag w* | (47, 5) ὁ δʹ αὐτὸς υἱὸς τῇ θυγα‐ τρὶ Φαραῷ Θερμούθιδι, τῇ καὶ Φαρίῃ, βασιλίδι οὔσῃ εἰσποιηθείς, καὶ πᾶσαν Αἰγυπτίων ἀσκηθεὶς | |
5 | παίδευσιν, ὡς βασιλίδος υἱός, δι‐ καίως ἂν κληθείη κατὰ κόσμον βασιλεὺς ἐξ ὕδατος ... | |
frag x* | (Ὅτι Εὐπόλεμός φησι τὸν Μωϋσέα πρῶτον σοφὸν γενέσ‐ θαι ...) (48, 1) καταλιπὼν δὲ Μωϋσῆς τὰς κατ’ Αἴγυπτον διατρι‐ | |
5 | βὰς εἰς τὴν ἔρημον ἐφιλοσόφει, διδασκόμενος παρὰ τοῦ ἀρχαγγέ‐ λου Γαβριὴλ τὰ περὶ τῆς γενέσεως τοῦ κόσμου ... (et cf. Rés., p. 70). (48, 5) καὶ ὅτι ἐν ρμδʹ ἔτει τῆς | |
10 | ἐν Αἰγύπτῳ δουλείας ἤρξαντο | |
Αἰγύπτιοι δέχεσθαι τὴν δεκάπλη‐ γον. ἐν μηνὶ Ἰουνίῳ τὰ ὕδατα εἰς αἷμα μετεβλήθη, Ἰουλίῳ βάτρα‐ χοι, Αὐγούστῳ σκνῖπες, Σεπτεμ‐ | 100 | |
15 | βρίῳ κυνόμυια, Ὀκτωβρίῳ κτηνῶν πτῶσις, Νοεμβρίῳ φλυκτίδες καὶ ἕλκη, Δεκεμβρίῳ χάλαζα, Ἰανουα‐ ρίῳ ἀκρίς, Φεβρουαρίῳ σκότος ἡμέρας τρεῖς, Μαρτίῳ τὰ πρωτό‐ | |
20 | τοκα. τῇ ιδʹ τούτου τοῦ μηνὸς σκυλεύσαντες τοὺς Αἰγυπτίους ἐξῆλθον, προστάξει θεοῦ τοῦτο πεποιηκότες. | |
frag y* | (48, 14) διὰ τοῦτο δέκα πληγαὶ ἐδόθησαν ἐν δέκα μησὶ τοῖς Αἰ‐ γυπτίοις, καὶ τέλος ἐν τῇ θαλάσσῃ κατεστράφησαν ὃν τρόπον τὰ βρέ‐ | |
5 | φη τῶν Ἑβραίων ἐν τῷ ποταμῷ ἀπέπνιγον, χιλίων ἀνδρῶν ἀποπνι‐ γέντων ἰσχυρῶν Αἰγυπτίων ἀνθ’ | |
ἑνὸς βρέφους Ἰσραηλιτικοῦ. | 101 |